Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.121δ.5 | Hdt. 2.121ε.4 (English) | >>Hdt. 2.122.2 |
2.121ε.2 τὴν θυγατέρα τὴν ἑωυτοῦ κατίσαι ἐπʼ οἰκήματος , ἐντειλάμενον πάντας τε ὁμοίως προσδέκεσθαι , καὶ πρὶν συγγενέσθαι , ἀναγκάζειν λέγειν αὐτῇ ὅ τι δὴ ἐν τῷ βίῳ ἔργασται αὐτῷ σοφώτατον καὶ ἀνοσιώτατον · ὃς δʼ ἂν ἀπηγήσηται τὰ περὶ τὸν φῶρα γεγενημένα , τοῦτον συλλαμβάνειν καὶ μὴ ἀπιέναι ἔξω .
2.121ε.3 ὡς δὲ τὴν παῖδα ποιέειν τὰ ἐκ τοῦ πατρὸς προσταχθέντα , τὸν φῶρα πυθόμενον τῶν εἵνεκα ταῦτα ἐπρήσσετο , βουληθέντα πολυτροπίῃ τοῦ βασιλέος περιγενέσθαι ποιέειν τάδε ·
2.121ε.4 νεκροῦ προσφάτου ἀποταμόντα ἐν τῷ ὤμῳ τὴν χεῖρα ἰέναι αὐτὸν ἔχοντα αὐτὴν ὑπὸ τῷ ἱματίῳ . ἐσελθόντα δὲ ὡς τοῦ βασιλέος τὴν θυγατέρα καὶ εἰρωτώμενον τά περ καὶ οἱ ἄλλοι , ἀπηγήσασθαι ὡς ἀνοσιώτατον μὲν εἴη ἐργασμένος ὅτι τοῦ ἀδελφεοῦ ἐν τῷ θησαυρῷ τοῦ βασιλέος ὑπὸ πάγης ἁλόντος ἀποτάμοι τὴν κεφαλήν , σοφώτατον δὲ ὅτι τοὺς φυλάκους καταμεθύσας καταλύσειε τοῦ ἀδελφεοῦ κρεμάμενον τὸν νέκυν .
2.121ε.5 τὴν δὲ ὡς ἤκουσε ἅπτεσθαι αὐτοῦ . τὸν δὲ φῶρα ἐν τῷ σκότεϊ προτεῖναι αὐτῇ τοῦ νεκροῦ τὴν χεῖρα · τὴν δὲ ἐπιλαβομένην ἔχειν , νομίζουσαν αὐτοῦ ἐκείνου τῆς χειρὸς ἀντέχεσθαι · τὸν δὲ φῶρα προέμενον αὐτῇ οἴχεσθαι διὰ θυρέων φεύγοντα .
ch. 121ζ
2.121ζ.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.121δ.5 | Hdt. 2.121ε.4 (English) | >>Hdt. 2.122.2 |